Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.22.3 | Hdt. 7.23.3 (English) | >>Hdt. 7.25.2 |
7.23.1
πόλιες μὲν αὗται αἳ τὸν Ἄθων νέμονται , ὤρυσσον δὲ ὧδε δασάμενοι τὸν χῶρον οἱ βάρβαροι κατὰ ἔθνεα · κατὰ Σάνην πόλιν σχοινοτενὲς ποιησάμενοι , ἐπείτε ἐγίνετο βαθέα ἡ διῶρυξ , οἱ μὲν κατώτατα ἑστεῶτες ὤρυσσον , ἕτεροι δὲ παρεδίδοσαν τὸν αἰεὶ ἐξορυσσόμενον χοῦν ἄλλοισι κατύπερθε ἑστεῶσι ἐπὶ βάθρων , οἱ δʼ αὖ ἐκδεκόμενοι ἑτέροισι , ἕως ἀπίκοντο ἐς τοὺς ἀνωτάτω · οὗτοι δὲ ἐξεφόρεόν τε καὶ ἐξέβαλλον .
7.23.2 τοῖσι μέν νυν ἄλλοισι πλὴν Φοινίκων καταρρηγνύμενοι οἱ κρημνοὶ τοῦ ὀρύγματος πόνον διπλήσιον παρεῖχον · ἅτε γὰρ τοῦ τε ἄνω στόματος καὶ τοῦ κάτω τὰ αὐτὰ μέτρα ποιευμένων , ἔμελλέ σφι τοιοῦτο ἀποβήσεσθαι .
7.23.3 οἱ δὲ Φοίνικες σοφίην ἔν τε τοῖσι ἄλλοισι ἔργοισι ἀποδείκνυνται καὶ δὴ καὶ ἐν ἐκείνῳ . ἀπολαχόντες γὰρ μόριον ὅσον αὐτοῖσι ἐπέβαλλε , ὤρυσσον τὸ μὲν ἄνω στόμα τῆς διώρυχος ποιεῦντες διπλήσιον ἢ ὅσον ἔδεε αὐτὴν τὴν διώρυχα γενέσθαι , προβαίνοντος δὲ τοῦ ἔργου συνῆγον αἰεί · κάτω τε δὴ ἐγίνετο καὶ ἐξισοῦτο τοῖσι ἄλλοισι τὸ ἔργον .
7.23.4 ἐνθαῦτα λειμών ἐστι , ἵνα σφι ἀγορή τε ἐγίνετο καὶ πρητήριον · σῖτος δέ σφι πολλὸς ἐφοίτα ἐκ τῆς Ἀσίης ἀληλεσμένος .
ch. 24
7.24.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.22.3 | Hdt. 7.23.3 (English) | >>Hdt. 7.25.2 |